Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.107 Joseph. AJ 17.111 (English) >>Joseph. AJ 17.116

17.110καίτοι γε, Ἀντίπατρε, τῶν ἀδελφῶν μηνυτής τε ὧν τολμήσειαν αὐτὸς ἦς καὶ ἐρευνητὴς τῶν ἐλέγχων καὶ κολαστὴς πεφωραμένων. καὶ οὐ τοῦ ἐπʼ ἐκείνοις ἐγκαλοῦμεν θυμῷ χρῆσθαι μὴ ἐλλιπόντος, ἀλλὰ τοῦ μιμεῖσθαι τὴν ἀσέλγειαν αὐτῶν σπουδάσαντος ἐκπεπλήγμεθα, εὑρίσκοντες κἀκεῖνά σοι οὐκ ἐπʼ ἀσφαλείᾳ τοῦ πατρός, ἀλλʼ ἐπʼ ὀλέθρῳ τῶν ἀδελφῶν πεπραγμένα, ὅπως μισοπονηρίᾳ τῇ κατʼ αὐτῶν φιλοπάτωρ εἶναι πεπιστευμένος ἀδεεστέραν ἐπʼ αὐτῷ κακουργεῖν παραλάβοις δύναμιν, δὴ καὶ τοῖς ἔργοις παρέστησας. 17.111ἅμα γὰρ καὶ τοὺς ἀδελφοὺς ἀνῄρεις ἐφʼ οἷς ἤλεγχες πονηροὺς γεγονότας καὶ τοὺς ὁμοπραγήσαντας αὐτοῖς οὐχ ὑπεδίδους, φανερὸν τοῖς πᾶσιν καθιστάς, ὡς καὶ συνθήκην πρὸς αὐτοὺς κατὰ τοῦ πατρὸς ποιησάμενος ἐπανείλω κατηγορεῖν, 17.112βουλόμενος σοὶ τὴν ἐπιβουλὴν τῆς πατροκτονίας κερδαίνεσθαι καταμόνας καὶ δυοῖν ἀγώνοιν εὐφροσύνην καρπούμενος τρόπου τοῦ σοῦ ἀξίαν, φανεροῦ μὲν τοῦ κατὰ τῶν ἀδελφῶν, καὶ ἠγάλλου ὡς ἐπὶ τοῖς μεγίστοις, καὶ ἦν ἄξιον οὕτως φρονεῖν, 17.113εἰ δὲ μήγε σὺ χείρων ἦς, κρυπτοῦ δέ, ὃν κατὰ τοῦ πατρὸς συντιθεὶς ἐκείνους μὲν οὐχ ὡς τῷ πατρὶ ἐπιβεβουλευκότας μισῶν, οὐ γὰρ ἂν ἐξώκειλας αὐτοῖς ἐπὶ πρᾶξιν παραπλησίαν, ἀλλʼ ὡς διαδόχους τῆς ἡγεμονίας σου δικαιότερον ἂν γενομένους, τὸν δὲ πατέρα ἐπισφάζειν τοῖς ἀδελφοῖς,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.107 Joseph. AJ 17.111 (English) >>Joseph. AJ 17.116

Powered by PhiloLogic